IC.XC.NIKA

IC.XC.NIKA
IC.XC.NIKA

Δευτέρα 28 Ιανουαρίου 2013

Άγιος Ἐφραὶμ Σύρος - Περὶ ἀπογνώσεως


Ἡ ἀπόγνωσις στὸν Ὅσιο Ἐφραὶμ τὸν Σύρο (ἀποσπάσματα)

Σφόδρα γὰρ τέρπεται ὁ Ἐχθρός μου, ὅταν βλέπῃ ὅτι ἑαυτοῦ ἀπογινώσκω· ἐν τούτῳ γὰρ μόνῳ ἀγάλλεται, ἵνα διὰ τῆς ἀπογνώσεως ἴδῃ με αἰχμάλωτον.
Ἐχθρὸς ἔν τινι, διαναστῶμεν ταχέως, ἵνα μὴ καθελκύσας ἡμᾶς καὶ ἐπὶ λοιπὰ κακά, κατ᾿ ὀλίγον κυλίων καὶ φέρων ἡμᾶς πτῶμα ἐπὶ πτώματι, ἔσχατον καὶ πρὸς αὐτὸν τὸν βυθὸν τῆς ἀπωλείας καὶ ἀπογνώσεως καταστρέψει.
...ὑποβάλλει ὁ Πονηρὸς τῷ ἀδελφῷ, βουλόμενος αὐτὸν χαλάσαι εἰς τὸν βόθυνον τῆς ἀπογνώσεως.
Σατανᾶς γὰρ ἐν δόλῳ πολλοὺς σπεύδει λυπῆσαι τοῦ δεξιώσασθαι καὶ ἐν γεέννῃ βαλεῖν δι᾿ ἀπογνώσεως.
Ἐσκοτίσθη ὁ ἀνομήσας. Οὐ θεωρεῖ τὴν ἀγαθότητα. Πῶς; Ἐπειδὴ ἀπογνώσεως αὐτὴν ὁ Ἐχθρὸς ἐμπίμπλησιν· ἡ δὲ μετάνοια ὡς καλὸς ἰατρὸς τοὺς κόπους καὶ τὸ νέφος τῆς ψυχῆς περιαιροῦσα, τὸ φῶς τῆς τοῦ Θεοῦ χρηστότητος αὐτῇ δείκνυσι.
...ὑπὸ τῶν πονηρῶν μου πράξεων καταισχυνόμενος, καὶ πρὸ θανάτου νεκρὸς ὑπάρχων, καὶ πρὸ τῆς κρίσεως αὐτοκατάκριτος ὤν, καὶ πρὸ τῆς ἀτελευτήτου κολάσεως αὐτοτιμώρητος ὑπὸ τῆς ἀπογνώσεως τυγχάνων.
Ἡ ἀπιστία τίκτει διψυχίαν, ἡ δὲ διψυχία τὴν ἀμέλειαν· ἡ δὲ ἀμέλεια τὴν λήθην· λήθη δὲ τὴν ἀπόγνωσιν· ἀπόγνωσις δὲ τὸν θάνατον. Πόθεν κατάρχουσιν ἐν ἡμῖν τὰ πάθη; Οὐχὶ διὰ τῆς ἀμελείας ἡμῶν;
Μή σου ἀπόγνωσις ἀποκλείσῃ τῆς μετανοίας.


Περὶ καταστάσεως πνευματικῆς
Ἐν μὲν τῇ πλατείᾳ ὁδῷ ἔστι ταῦτα· κακοφροσύνη, περισπασμοί, γαστριμαργία, μέθη, ἀσωτία, ἀσέλγεια, ἔρις, θυμός, φυσίωσις, ἀκαταστασία καὶ τὰ ὅμοια τούτοις, οἷς ἐξακολουθεῖ ἀπιστία, ἀπείθεια, ἀνυποταγή· ἔσχατον δὲ πάντων τῶν κακῶν ἡ ἀπόγνωσις· καὶ ὁ ἐν τούτοις ἀναστρεφόμενος πεπλάνηται ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, πρόξενος ἑαυτῷ γενόμενος τῆς ἰδίας ἀπωλείας. Ἐν δὲ τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ ἔστι ταῦτα· ἡσυχία, ἐγκράτεια, σωφροσύνη, ἀγάπη, ὑπομονή, χαρά, εἰρήνη, ταπεινοφροσύνη καὶ τὰ ὅμοια τούτοις, οἷς ἐξακολουθεῖ ἡ αἰώνιος ζωή.

...οὐδὲ ἰσχυρότερον τῆς ἀπογνώσεως. Αὕτη οὐ γιγνώσκει ἡττηθῆναι ὑπό τινος. Ὅτε ὁ ἄνθρωπος ἐν τῇ διανοίᾳ ἑαυτοῦ κόψει τὴν ἐλπίδα ἐκ τῆς ζωῆς αὐτοῦ, οὐδὲν θαρσαλεώτερον. Καὶ οὔκ ἐστι θλῖψις ἧς τινος ἡ φήμη ἐξασθενῆσαι τὸ φρόνημα αὐτοῦ ποιεῖ. Διότι πᾶσα θλῖψις γινομένη, ὑποκάτωθεν τοῦ θανάτου ἐστί. Καὶ αὐτὸς ἔκυψε δέξασθαι καθ᾿ ἑαυτοῦ θάνατον.
πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου